Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.10 Dem. 27.12 (English) >>Dem. 27.15

27.11καὶ ταῦτα μὲν οἴκοι κατέλιπεν πάντα, ναυτικὰ δʼ ἑβδομήκοντα μνᾶς, ἔκδοσιν παρὰ Ξούθῳ, τετρακοσίας δὲ καὶ δισχιλίας ἐπὶ τῇ τραπέζῃ τῇ Πασίωνος, ἑξακοσίας δʼ ἐπὶ τῇ Πυλάδου, παρὰ Δημομέλει δὲ τῷ Δήμωνος υἱεῖ χιλίας καὶ ἑξακοσίας, κατὰ διακοσίας δὲ καὶ τριακοσίας ὁμοῦ τι τάλαντον διακεχρημένον. καὶ τούτων αὖ τῶν χρημάτων τὸ κεφάλαιον πλέον ὀκτὼ τάλαντα καὶ πεντήκοντα μναῖ γίγνονται. συμπάντων δʼ εἰς τέτταρα καὶ δέκα τάλανθʼ εὑρήσετε σκοποῦντες.

27.12καὶ τὸ μὲν πλῆθος τῆς οὐσίας τοῦτʼ ἦν τὸ καταλειφθέν, ἄνδρες δικασταί. ὅσα δʼ αὐτῆς διακέκλεπται καὶ ὅσʼ ἰδίᾳ ἕκαστος εἴληφεν καὶ ὁπόσα κοινῇ πάντες ἀποστεροῦσιν, οὐκ ἐνδέχεται πρὸς ταὐτὸ ὕδωρ εἰπεῖν, ἀλλʼ ἀνάγκη χωρὶς ἕκαστον διελεῖν ἐστίν. μὲν οὖν Δημοφῶν Θηριππίδης ἔχουσι τῶν ἐμῶν, τότʼ ἐξαρκέσει περὶ αὐτῶν εἰπεῖν, ὅταν κατʼ αὐτῶν τὰς γραφὰς ἀπενέγκωμεν· δὲ τοῦτον ἔχοντʼ ἐξελέγχουσιν ἐκεῖνοι καὶ ἐγὼ οἶδʼ αὐτὸν εἰληφότα, περὶ τούτων ἤδη ποιήσομαι τοὺς λόγους πρὸς ὑμᾶς. πρῶτον μὲν οὖν ὡς ἔχει τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, τοῦθʼ ὑμῖν ἐπιδείξω, μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.

27.13οὗτος γὰρ εὐθὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον ᾤκει τὴν οἰκίαν εἰσελθὼν κατὰ τὴν ἐκείνου διαθήκην, καὶ λαμβάνει τά τε χρυσία τῆς μητρὸς καὶ τὰ ἐκπώματα τὰ καταλειφθέντα. καὶ ταῦτα μὲν ὡς εἰς πεντήκοντα μνᾶς εἶχεν, ἔτι δὲ τῶν ἀνδραπόδων τῶν πιπρασκομένων παρά τε Θηριππίδου καὶ Δημοφῶντος τὰς τιμὰς ἐλάμβανεν, ἕως ἀνεπληρώσατο τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.10 Dem. 27.12 (English) >>Dem. 27.15

Powered by PhiloLogic